Οικουμενικον Πατριαρχείον
Οικουμενικον Πατριαρχείον
Οικουμενικον Πατριαρχείον

 

 

ΝΕΚΤΑΡΙΩι

μακαριστῷ Μητροπολίτῃ

Πέτρας καὶ Χερρονήσου

 

ΕΠΙΤΑΦΙΟΝ

Στίχοις ἰάμβοις αἶνόν σοι πλέκω, μάκαρ.

 

Ἔρρει τὰ σεμνὰ τῷ χρόνῳ τῷ παμφάγῳ,

ὡς καπνός, ὡς  ὄνειρον, ὡς ἄνθος χλόης.

 

Ἀλλὰ σύ, πάτερ, ὡς σοφὸς ζυγοστάτης,

γηίνων προέκρινας τὰ τῶν ἀγγέλων,

ὡς ἰσάγγελον βιώσας πολιτείαν.

Καὶ νῦν εὐφραίνῃ ἐν ἁγίων χορείαις

καὶ ἐν ταῖς αὐλαῖς χοροβατεῖς Κυρίου.

 

Ἔστης σταθηρὸς  πίστεως ἐπὶ πέτραν,

ὡς Πέτρας πρὶν κληρωθεὶς ποιμενάρχης,

αἴρων ἐπ’ ὤμων τὸν σταυρὸν τοῦ Χριστοῦ σου,

σεμνός, προσηνής, δεξιῶς κατιθύνων

λαὸν Κυρίου τὸν σοὶ πεπιστευμένον.

Εἵλου τὸν ἁγνὸν τοῦ μονάζοντος βίον,

εἶχες τὸν ὀρθὸν τῆς ἀληθείας λόγον,

εἶχες τὴν  τόλμην τῆς σοφῆς παρρησίας

καὶ πλοῦτον εἶχες ἀκένωτον καρδίας.

 

Καὶ νῦν παρεστὼς τῷ θρόνῳ τοῦ Κυρίου

ὁσίας αἴρεις εἰς πρεσβείαν τὰς χεῖρας

ὑπὲρ ἡμῶν  γε τῶν περιλειπομένων,

Νεκτάριε πάνσοφε, ποιμένων κλέος.

 

Θεοχάρης Δετοράκης*

 

* Ὁ Ἐντιμολ. καί Ἐλλογιμ. κ. Θεοχάρης Δετοράκης εἶναι Ὁμότιμος Καθηγητής τοῦ Τομέα Βυζαντινῶν καί Νεοελληνικῶν Σπουδῶν τῆς Φιλοσοφικῆς Σχολῆς τοῦ Πανεπιστημίου Κρήτης καί ἔχει τιμηθεῖ ἀπό τήν Αὐτοῦ Θειοτάτη Παναγιότητα, τόν Οἰκουμενικό Πατριάρχη κ.κ. ΒΑΡΘΟΛΟΜΑΙΟ, μέ τό ὀφφίκιο τοῦ Ἄρχοντος Μεγάλου Πρωτονοταρίου τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας.

 

 
© 2010 Ιερά Μητρόπολις Ρεθύμνης και Αυλοποτάμου, Ρέθυμνο, Κρήτη - Τηλεφωνικό Κέντρο 28310 22415 - Fax 28310 28557
 

Ρέθυμνο 

HOTSoft.gr σχεδιασμός, κατασκευή, Προώθηση ιστοσελίδων, Κρητη SEO. Ρέθυμνο Aσύρματα δίκτυα WiFi, Δομημένη καλωδίωση, έξυπνο σπίτι. Rethymno 

Website Design, Web Development, Web site Promotion, SEO Crete SEM.
powered by HOTSoft.gr
internet, δίκτυα & τηλεπικοινωνίες