ΜΕΓΑΛΥΝΑΡΙΑ ΑΡΚΑΔΙΟΥ
ΜΕΓΑΛΥΝΑΡΙΑ
Εἰς τοὺς ἐν τῇ Ἱερᾷ Μονῇ Ἀρκαδίου πεσόντας
Ποίημα Ἀρχιμανδρίτου Δανιὴλ Κουφάκη
Ἡγουμένου τῆς Ἱερᾶς Μονῆς Πρέβελη (1864-1868)
Μέλος Ἀντωνίου Μιχελουδάκη
Προσόμοια. Τὴν Τιμιωτέραν.
Ἦχος α΄.
Χίλια ὀκτακόσια ἑξήντα ἕξ, ὀκτὼ Νοεμβρίου μάχη γέγονε τρομερά, ἐν Μονῇ Ἀρκαδίου, Γαβριὴλ ἀρχηγοῦντος, τοῦ ταύτης Ἡγουμένου, καὶ Μουσταφᾶ Ἀλβανοῦ.
Χαίροις Καθηγούμενε Γαβριήλ, ὁ μὴ ὑπακούσας συμβουλαῖς ταῖς τοῦ Μουσταφᾶ, μηδὲ δειλιάσας, ταῖς ἀπειλαῖς ἐκείνου, ἀλλὰ ἀνδρείως τοῦτον κατεπολέμησας.
Ἦχος πλ. β΄.
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ψάλλοντες πατέρες λειτουργοῦντες ἐν τῷ ναῷ, ἤκουσαν τοὺς κρότους ἐχθρικῶν πυροβόλων, καὶ κατ᾿ αὐτῶν δραμόντες σφαίρας ἀντέῤῥιπτον.
Χαίρετε πατέρες οἱ εἰς Χριστόν, ἐντεθαρρηκότες ἐσπαράξατε τοὺς ἐχθρούς, καὶ στίφη τυράννων ἠραιώσατε ὄντως, μαχόμενοι γενναίως ὑπὲρ Πατρίδος ἡμῶν.
Ἦχος δ΄.
Χαίρετε πατέρες ὧν ἐν τῇ γῇ, ἔρριπται τό σῶμα ὑπέρ Πίστεως καί τιμῆς, τὸ δὲ πνεῦμα πάλιν εἰς οὐρανοὺς ἀνέπτη, ἔνθα χορὸς ὁσίων συνεπαγάλλεται.
Χαίρετε γενναῖοι ὁπλαρχηγοί, καὶ πάντες ὁπλῖται οἱ κλεισθέντες ἐν τῇ Μονῇ, ἐν ᾗ τριημέρως στεῤῥῶς ἀγωνισθέντες, ἐσφάγητε ὡς ἄρνες ὑπὸ βαρβάρων χειρῶν.
Ἦχος πλ. δ΄.
Δεῦτε καὶ θεάσασθε τρομερόν, θέαμα πῶς τεῖχος πρὸ αἰώνων ἀνιδρυθέν, πυρὸς πυρίτιδι ὑπό τινος τεθέντος, καπνῷ, σεισμῷ καὶ κρότῳ ἐν γῇ κατέπεσεν.
Ἦχος β΄.
Ἴδωμεν τὸ τεῖχος καταπεσόν, καὶ κατασυντρῖβον καὶ καλύπτον ἐν ᾅδου γῇ, τοὺς πέριξ τυράννους τὴν εἴσοδον ἀνοῖγον, μεθ᾿ ἥν λεηλατεῖται ὁσίων σκήνωμα.
Ἴδωμεν ἐν λύπῃ καὶ στεναγμῷ, πῶς τὰ αἱμοβόρα ξίφη ὥρμησαν σωρηδόν, ἐν σκηνῇ ἁγίᾳ τοῦ θείου Κωνσταντίνου, καὶ πάντας τοὺς ἐν ταύτῃ κατεκρεούργησαν.
Ἴδωμεν μητέρας σὺν νεογνοῖς, τέκνοις ἐγκλεισθείσας ἵνα φύγωσιν τὴν σφαγήν, πῶς ἐκ τῆς κοιλίας αὐτῶν ἐκσχιζομένης, βαρβαρικῇ ῥομφαίᾳ βρέφη ἐκπίπτουσιν.
Ἴδωμεν τοὺς ξένους ἐθελοντάς, τουφεκιζομένους πῶς γενναίως ἱστάμενοι, ἔλεγον τυράννοις ἡμᾶς μὲν θανατοῖτε, ἀλλ᾿ ἡ Πατρὶς εἰς τέλος θά ἀφανίσῃ ὑμᾶς.
Ἦχος πλ. α΄.
Μὴ λυπεῖσαι ὅλως, ὦ Ἱερὰ Μονὴ Ἀρκαδίου, διὰ σοῦ τὴν καταστροφήν, πλουσία γὰρ οὖσα ἐκ τῶν εἰσοδημάτων, θὰ ἐπιδιορθώσῃς τὸ σὸν χαλάρωμα.
Χαίροις Ἡρωΐς καὶ τερπνὴ Μονή, ἡ τοῦ Ἀρκαδίου γνοῦσα γὰρ σὸν πυρπολισμόν, ἔσπευσας μεθέξει τῶν Θείων Μυστηρίων, τοῦ θείου ἀῤῥαβῶνος τῆς Βασιλείας Χριστοῦ.
Ἔχομέν σε καύχημα Ἱερόν, Μονὴ Ἀρκαδίου, σὺ γὰρ εἶ ὁ τὸν κρότον δούς, εἰς τὸν ἔξω κόσμον ὑπὲρ ἐλευθερίας, τῆς Κρήτης τῆς ἀθλίας καὶ τῶν Ἡρώων αὐτῆς.
Εἴπωμεν ἐκ βάθους ψυχῆς ἡμῶν, Θεὲ τῶν πνευμάτων, τοῦ ἐλέους καὶ οἰκτιρμῶν, κατάταξον πάντας ἐν σκηναῖς τῶν δικαίων, τοὺς ἐν τῷ Ἀρκαδίῳ στεῤῥῶς ἀθλήσαντας.
ΑΥΤΗ Η ΦΛΟΓΑ
ΑΥΤΗ Η ΦΛΟΓΑ
Ποίημα τοῦ, ἀπό Ρεθύμνης καί Αὐλοποτάμου,
Μητροπολίτου Κρήτης Τιμοθέου Βενέρη
Μέλος Ἀντωνίου Μιχελουδάκη
Αὐτὴ ἡ φλόγα π᾿ ἄναψε μέσα ἐδῶ στὴν κρύπτη’
κι ἀπ᾿ ἄκρου σ᾿ ἄκρο φώτισε τὴ δοξασμένη Κρήτη
ἤτονε φλόγα τοῦ Θεοῦ μέσα εἰς τὴν ὁποίαν
Κρῆτες ὡλοκαυτώθησαν γιὰ τὴν Ἐλευθερίαν.
ΕΤΕΙ ΣΩΤΗΡΙῼ ϙαϠλ’
† Ο ΡΕΘΥΜΝΗΣ ΚΑΙ ΑΥΛΟΠΟΤΑΜΟΥ ΤΙΜΟΘΕΟΣ Μ. ΒΕΝΕΡΗΣ